Psalms 150

1Αλληλουια. αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ· 2αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 3αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· 4αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· 5αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. 6πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. αλληλουια.
LXX: Psa.151:1
Οὗτος ψαλμὸς ἰδιόγραφος εἰς Δαυιδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ· ὅτε ἐμονομάχησεν τῷ Γολιαδ. Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου· καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου. ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου;
LXX: Psa.151:2
αἱ χεῖρές μου ἐποίησαν ὄργανον, οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον.
LXX: Psa.151:3
καὶ τίς ἀναγγελεῖ τῷ κυρίῳ μου αὐτὸς κύριος, αὐτὸς εἰσακούει.
LXX: Psa.151:4
αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἦρέν με ἐκ τῶν προβάτων τοῦ πατρός μου καὶ ἔχρισέν με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ.
LXX: Psa.151:5
οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς κύριος.
LXX: Psa.151:6
ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ·
LXX: Psa.151:7
ἐγὼ δὲ σπασάμενος τὴν παρ' αὐτοῦ μάχαιραν ἀπεκεφάλισα αὐτὸν καὶ ἦρα ὄνειδος ἐξ υἱῶν ισραηλ
Copyright information for LXX